Page:The Myths of Plato (Stewart, 1905).djvu/281

This page has been proofread, but needs to be validated.

262 THE MYTHS OF PLATO

κατὰ πάντα τελέῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁμοιῶσαι βουληθεὶς ζῶον ἓν ὁρατόν, πάνθ᾿ ὅσα αὐτοῦ κατὰ φύσιν ξυγγενῆ
31 ζῶα ἐντὸς ἒχον ἑαυτοῦ, ξυνέστησε. Πότερον οὖν ὀρθῶς ἕνα

οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λὲγειν ἦν ὀρθότερον ; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται, τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῶα, μεθ᾿ ὲτέρου δεύτερον οὐκ ἄν ποτ᾿ εἴη· πάλιν γὰρ ἂν ἕτερον εἶναι τὸ περὶ ἐκείνω δέοι ζῶον, οὖ μέρος ἂν εἴτην ἐκείνω, καὶ οὐκ ἂν ἔτι ἐκείνοιν, ἀλλ᾿ ἐκείνῳ τῷ περιέχοντι, τόδ᾿ ἂν ἀφωμοιωμένον λέγοιτο ὀρθότερον. ἵνα οὖν τόδε κατὰ τὴν

Β μόνωσιν ὅμοιον ᾖ τῷ παντελεῖ ζώῳ, διὰ ταῦτα οὔτε δύο

οὒτ᾿ ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλ᾿ εἶς ὅδε μονογενὴς οὐρανὸς γεγονὼς ἔστι τε καὶ ἔτ᾿ ἔσται.

* * * * * *
32Β καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν
C ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη δι᾿

ἀναλογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστ᾿ εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπό του ἄλλου πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι. Τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αύτὸν ὁ ξννιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολι-

D πών, τάδε διανοηθείς, πρῶτον μὲν ἵνα ὅλον ὅ τι μάλιστα
33 ζῶον τέλεον ἐκ τελέων τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν,

ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτ᾿ ἄν, ἔτι δὲ ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν, ὡς ξυνιστάμενά τῳ[1] σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάνθ᾿, ὅσα δυνάμεις

  1. For ξυνιστάμενά τῳ read ξυστατῷ