Εἰ μὴ κερδαίνειν ἀπὸ τῶν αἰσχρῶν ἐθέλοιεν,
οἱ δʼ ἀγαθοὶ τιμῷντο, δίκη δʼ ἀδίκοισιν ἐπείη.
Εὔχεσθαι δὲ θεοῖσι τί πάντων ἐστὶν ἄμεινον;
Εὔνουν εἶναι ἑαυτῷ χρόνον ἐς τὸν ἅπαντα.
Ἐν δʼ ἐλαχίστῳ ἄριστον ἔχεις ὅ τι φύεται εἰπεῖν;
Ὡς μὲν ἐμῇ γνώμῃ, φρένες ἐσθλαὶ σώμασιν ἀνδρῶν.
Ἡ δὲ δικαιοσύνη τε καὶ ἀνδρείη δύναται τί;
Κοινὰς ὠφελίας ἰδίοις μόχθοισι πορίζειν.
Τῆς σοφίης δὲ τί τέκμαρ ἐπʼ ἀνθρώποισι πέφυκεν;
321 Γιγνώσκειν τὰ παρόντʼ ὀρθῶς, καιρῷ δʼ ἅμʼ ἕπεσθαι.
Πιστεῦσαι δὲ βροτοῖς ποῖον χρέος ἄξιόν ἐστιν;
Οἷς αὐτὸς κίνδυνος ἐπὶ πραχθεῖσιν ἕπηται.
Ἡ δʼ εὐδαιμονίη τί ποτʼ ἀνθρώποισι καλεῖται;
Λυπηθέντʼ ἐλάχιστα θανεῖν ἡσθέντα τε πλεῖστα.