Φάσγανα κωπήεντα καὶ αἰγανέας δολιχαύλους.
Δὴ τότʼ ἀριστῆες κοῦροι χείρεσσι θαλάσσης
Ἄσμενοι ἐσσυμένως τε ἀπείρυσαν ὠκύαλον ναῦν.
Κολχίδʼ ἔπειτ’ ἤγοντο καὶ Αἰήτην βασιλῆα
[1]
Φεῦγον, ἐπεὶ γίγνωσκον ἀνέστιον ἠδʼ ἀθέμιστον.
Αὐτὰρ ἐπεὶ σπεῖσάν τε καὶ ἔκπιον οἶδμα θαλάσσης
Ποντοπορεῖν ἤμελλον ἐυσσέλμων ἐπὶ νηῶν.
319 Τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο πᾶσιν ὀλέσθαι
[2]
Μηδέποτʼ ἐν πόντῳ, καὶ φωνήσας ἔπος ηὔδα·
Ἐσθίετʼ ὦ ξεῖνοι, καὶ πίνετε· μηδέ τις ὑμέων
οἴκαδε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
Πημανθείς, ἀλλʼ αὖτις ἀπήμονες οἴκαδʼ ἵκοισθε.
Πρὸς πάντα δὲ τοῦ Ὁμήρου καλῶς ἀπαντήσαντος
πάλιν φησὶν ὁ Ἡσίοδος·