Schol. on Pindar, Nem. vi. 85. ἀμφὶ δὲ πόρκης
χρύσεος ἀστράπτει καὶ ἐπ᾿ αὐτῷ δίκροος αἰχμή.
Schol. on Eur. Troades, 822.
ἄμπελον, ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα
χρυσείην φύλλοισιν †ἀγανοῖσιν† κομόωσαν
βότρυσί θ᾿ οὓς Ἥφαιστος ἐπασκήσας Διὶ πατρί
δῶχ᾿, ὃ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί.
Pausanias, iii. 26. 9. Μαχάονα δὲ ὐπὸ
Εὐρυπύλου τοῦ Τηλέφου τελευτῆσαι φησὶν ὁ τὰ ἔπη
ποιήσας τὴν μικρὰν Ἰλιάδα.
Homer, Odyssey iv. 247 and Schol.
ἄλλῳ δ᾿ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε
δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
ὁ κυκλικὸς τὸ δέκτῃ ὀνοματικῶς ἀκούει, παρ᾿ οὗ
φησι τὸν Ὀδυσσέα τὰ ῥάκη λαβόντα μετημφιάσθαι,
ὅς οὐκ ἦν ἐν ταῖς νηυσὶ τοιοῦτος οἷος Ὀδυσσεὺς
ἀχρεῖος.
Plutarch, Moralia, p. 153 F. καὶ προὔβαλ᾿
Ὅμηρος, ὥς φησι Λέσχης·
Μοῦσά μοι ἔννεπε κεῖνα, τὰ μήτ᾿ ἐγένοντο πάροιθε
μήτ᾿ ἔσται μετόπισθεν.
|