Scholiast on Homer, Iliad xxiii. 683. νεώτερος
οὖν Ἡσίοδος γυμνο͂ν εἰσάγων Ἱππομένη
ἀγωνιζόμενον Ἀταλάντῃ.
Papiri greci e latini, ii. No. 130 (2nd–3rd century).
Τῷ δ’ ἄρ’ ἐπ’ αὐτίκ’ ἔπειτα τ]ανίσφυρ[ος] ὤρνυτο κούρη[1]
ἔξοχον εἶδος ἔχουσ]α· πολὺς δ’ ἀμφίσταθ’ ὅμιλος
δεινὸν δερκομένῃ· θ]άμβος δ’ ἔχε πάντας ὁρῶντας.
τῆς μὲν κινυμένης πν]οίη ζεφύροιο χιτῶνα
σιγαλόεντ’ ἐλέλιξε πε]ρὶ στήθεσσ’ ἁπαλοῖσι. 5[10]
στῆ δ’ αὖθ’ Ἱππομένης· πολ]λὸς δ’ ἐπεγείρετο λαός.
τοὶ δὴ ἀκὴν ἦσαν Σχ]οινεὺς δ’ ἐγέγωνε βοήσας·
Kέκλυτέ μευ πάντες ἠμ]ὲν ν[έ]οι ἠδὲ γέροντες,
ὄφρ’ εἴπω τά με θυμὸς] ἐνὶ στήθεσσι κελεύει.
Ἱππομένης μνηστεύει] ἐμὴν ἑλικώπιδα κούρην. 10[15]
μῦθος δ’ ὅσθ’ ὑγιὴς νῦν] οἱ εἰρημένος ἔστω·
οὔ μιν ἀέθλου ἄτερ κεκτ]ήσεται. εἰ δέ κεν οὗτος
νικήσας θάνατόν τε φύγῃ καὶ] κῦδος ἀρέσθαι.
ἀθάνατοι δώωσ’ οἳ Ὀλύμ]πια δώματ’ ἔχουσιν, 15[20]
ἧ τοι νοστήσοντι φί]λην ἐς πατρίδα γαῖαν
παῖδα φίλην δώσω, ἔτι δ’ ὠκυ]πόδων σθένος ἵππων,
τούς ῥα δόμονδ’ ἄξει κει]μήλια· καί νύ κε θυμῷ
τερφθείη μὲν ἔχων, αἰεὶ] δ’ ἀνιηρὸν ἄεθλον
μεμνέωτ’ εὐφροσύνῃσι. πατὴρ] δ’ ἀνδρῶν τε θεῶν τε 20[25]
* * * *