iv. 85.
ἔνιοι δὲ λέγουσιν σεισμῶν
μεγάλων γενομένων διαρραγῆναι τὸν αὐχένα τῆς
ἠπείρου καὶ γενέσθαι τὸν πορθμὸν, διειργούσης
τῆς θαλάσσης τὴν ἤπειρον ἀπὸ τῆς νήσου.
Ἡσίοδος δὲ ὁ ποιητής φησι τοὐναντίον,
ἀναπεπταμένου τοῦ πελάγους Ὠρίωνα προσχῶσαι
τὸ κατὰ τὴν Πελωρίδα κείμενον ἀκρωτήριον καὶ
τὸ τέμενος τοῦ Ποσειδῶνος κατασκευάσαι τιμώμενον
ὑπὸ τῶν ἐγχωρίων διαφερόντως· ταῦτα δὲ
διαπραξάμενον εἰς Εὔβοιαν μεταναστῆναι κἀκεῖ
κατοικῆσαι· διὰ δὲ τὴν δόξαν ἐν τοῖς κατ᾿ οὐρανὸν
ἄστροις καταριθμηθέντα τυχεῖν ἀθανάτου μνήμης.